Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  2. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  3. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  4. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  5. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  6. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  7. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  8. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  9. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  10. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  11. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  12. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  13. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  14. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
  15. καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
  16. οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
  17. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
  18. Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
  19. δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
  20. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
  21. ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
  22. τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
  23. εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
  24. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
    2. ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
  25. ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  26. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
  27. ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
  28. ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
  29. τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
  30. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
  31. γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
  32. θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
  33. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
  34. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
  35. ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
  36. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  37. καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
  38. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  39. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  40. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  41. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  42. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  43. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  44. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  45. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  46. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  47. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
  48. Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
  49. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
  50. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
  51. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  52. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  53. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  54. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  55. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
  56. ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
  57. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  58. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  59. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  60. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  61. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
  62. κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
  63. τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
  64. θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
  65. αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
  66. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
  67. κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
  68. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
  69. ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
  70. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
  71. τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,