Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  2. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  3. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  4. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  5. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  6. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  7. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  8. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  9. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  10. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  11. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  12. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  13. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  14. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  15. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·