Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  2. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  3. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  4. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
  5. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  6. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  7. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  8. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  9. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·