Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  2. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  3. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  4. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  5. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  6. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.