Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  2. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  3. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  4. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  5. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  6. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  7. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  8. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  9. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  10. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  11. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
  12. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  13. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  14. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  15. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  16. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  17. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  18. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  19. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  20. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  21. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  22. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων