Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  2. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  3. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  4. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  5. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  6. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  7. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα