Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  2. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  3. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  4. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  5. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  6. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  7. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  8. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  9. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  10. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  11. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  12. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  13. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  14. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  15. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  16. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·