Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  2. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  3. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  4. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  5. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  6. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  7. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  8. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  9. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν