Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  2. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  3. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  4. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  5. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.