Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  2. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  3. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  4. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  5. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  6. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  7. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  8. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  9. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  10. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  11. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  12. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  13. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  14. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  15. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  16. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  17. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  18. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  19. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  20. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  21. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  22. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  23. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  24. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  25. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  26. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  27. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  28. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  29. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  30. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  31. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  32. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
  33. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  34. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  35. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  36. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  37. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  38. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  39. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  40. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  41. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  42. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  43. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  44. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  45. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  46. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  47. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
  48. καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
  49. οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
  50. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
  51. Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
  52. δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
  53. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
  54. ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
  55. τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
  56. εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
  57. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
    2. ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
  58. ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  59. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
  60. ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
  61. ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
  62. τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
  63. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
  64. γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
  65. θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
  66. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
  67. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
  68. ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
  69. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  70. καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
  71. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  72. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  73. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  74. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  75. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  76. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  77. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  78. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  79. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  80. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
  81. Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
  82. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.