Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  2. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  3. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  4. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  5. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  6. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  7. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  8. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  9. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  10. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  11. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  12. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  13. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  14. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  15. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  16. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης