Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  2. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  3. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  4. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  5. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  6. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  7. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,