Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  2. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  3. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  4. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  5. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  6. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.