Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  2. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  3. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  4. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  5. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  6. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  7. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  8. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,