Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  2. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  3. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  4. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  5. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  6. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  7. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  8. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  9. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  10. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  11. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  12. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  13. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  14. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  15. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  16. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  17. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  18. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  19. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  20. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.