Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  2. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  3. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  4. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  5. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  6. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  7. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  8. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  9. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  10. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  11. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  12. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  13. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  14. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  15. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  16. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  17. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  18. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  19. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  20. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  21. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  22. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  23. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  24. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  25. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  26. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  27. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  28. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  29. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  30. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  31. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  32. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  33. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  34. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  35. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  36. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  37. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  38. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  39. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  40. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  41. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  42. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  43. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  44. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  45. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  46. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  47. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  48. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  49. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  50. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  51. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  52. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  53. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·