Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
  2. Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  3. τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
  4. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
  5. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  6. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  7. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.