Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
  2. ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
  3. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
  4. βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
  5. ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
  6. ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
  7. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
  8. πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
  9. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην