Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
  2. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
  3. ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
  4. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
  5. βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
  6. ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
  7. ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
  8. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
  9. πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
  10. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην
  11. ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
  12. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
  13. Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
  14. Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
  15. ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
  16. νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
  17. Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  18. τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
  19. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
  20. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  21. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  22. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  23. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  24. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  25. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  26. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  27. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  28. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  29. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  30. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  31. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  32. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  33. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  34. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  35. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  36. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  37. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  38. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  39. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  40. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  41. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  42. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  43. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  44. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  45. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  46. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  47. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  48. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  49. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  50. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  51. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  52. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  53. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  54. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  55. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  56. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  57. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  58. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  59. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  60. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  61. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  62. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  63. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  64. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  65. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  66. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  67. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  68. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  69. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  70. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  71. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  72. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  73. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  74. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  75. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  76. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  77. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
  78. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  79. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  80. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  81. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  82. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  83. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  84. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  85. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  86. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  87. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  88. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  89. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  90. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  91. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  92. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
  93. καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
  94. οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
  95. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
  96. Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
  97. δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
  98. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
  99. ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
  100. τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
  101. εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
  102. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
    2. ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
  103. ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  104. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
  105. ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
  106. ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
  107. τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
  108. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς