Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
  2. ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
  3. νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
  4. ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
  5. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
  6. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
  7. εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
  8. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
  9. ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
  10. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
  11. βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
  12. ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
  13. ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
  14. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
  15. πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
  16. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην