Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
  2. ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
  3. ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
  4. ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
  5. νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
  6. ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
  7. ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
  8. νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
  9. ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
  10. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
  11. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
  12. εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
  13. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
  14. ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
  15. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
  16. βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
  17. ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
  18. ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
  19. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
  20. πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
  21. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην
  22. ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
  23. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
  24. Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
  25. Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
  26. ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
  27. νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
  28. Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  29. τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
  30. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
  31. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  32. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  33. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  34. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  35. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  36. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  37. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  38. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  39. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  40. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  41. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  42. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  43. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  44. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  45. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  46. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  47. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  48. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  49. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  50. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  51. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  52. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  53. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  54. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  55. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  56. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  57. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  58. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  59. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  60. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  61. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  62. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  63. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  64. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  65. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  66. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  67. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  68. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  69. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  70. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  71. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  72. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  73. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  74. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  75. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  76. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  77. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.