Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
  2. ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
  3. ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
  4. ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
  5. ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
  6. ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
  7. νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.