Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,
  2. ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
  3. ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,
  4. καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·
  5. οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
  6. ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
  7. ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
  8. ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
  9. ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
  10. ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
  11. ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
  12. νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
  13. ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
  14. ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
  15. νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
  16. ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
  17. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
  18. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
  19. εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
  20. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
  21. ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
  22. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
  23. βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
  24. ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
  25. ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
  26. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
  27. πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
  28. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην
  29. ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
  30. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
  31. Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
  32. Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
  33. ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
  34. νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
  35. Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  36. τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
  37. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
  38. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  39. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  40. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  41. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  42. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  43. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  44. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  45. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  46. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  47. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  48. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  49. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  50. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  51. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  52. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  53. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  54. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  55. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  56. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  57. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  58. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  59. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  60. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  61. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  62. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  63. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  64. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  65. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  66. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  67. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  68. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  69. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  70. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  71. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  72. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  73. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  74. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  75. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  76. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  77. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  78. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  79. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  80. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  81. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  82. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  83. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  84. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  85. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  86. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  87. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  88. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  89. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  90. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  91. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  92. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  93. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  94. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  95. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
  96. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  97. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  98. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  99. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  100. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  101. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  102. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  103. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  104. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  105. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  106. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  107. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  108. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  109. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  110. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
  111. καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
  112. οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
  113. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
  114. Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
  115. δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
  116. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
  117. ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
  118. τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
  119. εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
  120. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
    2. ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
  121. ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  122. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
  123. ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
  124. ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
  125. τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
  126. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
  127. γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
  128. θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
  129. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
  130. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
  131. ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
  132. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  133. καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
  134. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  135. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  136. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  137. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  138. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  139. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  140. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  141. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  142. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  143. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
  144. Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
  145. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
  146. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
  147. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  148. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  149. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  150. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  151. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
  152. ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
  153. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  154. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  155. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  156. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  157. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
  158. κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
  159. τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
  160. θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
  161. αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
  162. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
  163. κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
  164. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
  165. ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
  166. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
  167. τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
  168. πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
  169. οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
  170. ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
  171. κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—
  172. αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  173. ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
  174. οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
  175. ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—
  176. ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
  177. Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
  178. ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·
  179. ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
  180. μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο
  181. χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς
  182. ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
  183. χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,
  184. κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
  185. τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
  186. ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
  187. ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
  188. θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
  189. ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
  190. οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
  191. τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης
  192. καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
  193. Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
  194. Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ
  195. ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
  196. καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.
  197. ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
  198. εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
  199. δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
  200. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  201. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
  202. Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
  203. αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
  204. σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
  205. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες
  206. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  207. ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
  208. οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
  209. οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,