Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
  2. ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
  3. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
  4. ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
  5. κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ
  6. ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
  7. καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.