Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
  2. ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
  3. ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
  4. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
  5. ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
  6. κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ
  7. ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
  8. καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
  9. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
  10. καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
  11. οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,
  12. ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
  13. ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,
  14. καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·
  15. οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
  16. ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
  17. ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
  18. ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
  19. ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
  20. ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
  21. ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
  22. νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
  23. ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
  24. ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
  25. νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
  26. ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
  27. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
  28. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
  29. εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
  30. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,