Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
  2. Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
  3. μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
  4. ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
  5. ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
  6. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
  7. ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
  8. κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ