Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
  2. φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
  3. κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
  4. Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
  5. ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
  6. μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.