Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
- σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
- τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
- αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
- παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
- ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
- ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
- φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
- κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
- Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
- ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
- μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
- γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
- ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
- ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
- Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
- μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
- ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
- ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
- καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
- ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
- κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ
- ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
- καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
- ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
- καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
- οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,
- ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
- ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,
- καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·
- οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
- ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
- ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
- ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
- ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
- ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
- ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
- νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.