Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
  2. τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,
  3. οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
  4. θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  5. Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  6. ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  7. γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
  8. Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
  9. Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
  10. Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
  11. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
  12. ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
  13. καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
  14. τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
  15. ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.