Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
  2. αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
  3. πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
  4. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
  5. αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
  6. πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
  7. τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
  8. υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
  9. τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,
  10. οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
  11. θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  12. Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  13. ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  14. γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
  15. Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
  16. Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
  17. Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
  18. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
  19. ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
  20. καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.