Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
  2. ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
  3. εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
  4. φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ
  5. ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς
  6. Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
  7. σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου