Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
  2. Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
  3. Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
  4. καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
  5. αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
  6. πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
  7. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,