Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη
  2. Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
  3. Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε
  4. Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε
  5. Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
  6. Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
  7. Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
  8. καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
  9. αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
  10. πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
  11. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
  12. αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
  13. πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
  14. τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
  15. υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
  16. τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,
  17. οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
  18. θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  19. Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  20. ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  21. γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
  22. Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
  23. Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
  24. Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
  25. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
  26. ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
  27. καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
  28. τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
  29. ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.
  30. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
  31. Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·
  32. καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,
  33. τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,
  34. οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
  35. ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
  36. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
  37. ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς
  38. ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
  39. εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
  40. μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον
  41. ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν
  42. τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,
  43. τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
  44. ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
  45. σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
  46. τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
  47. αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
  48. παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
  49. ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
  50. ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
  51. φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
  52. κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
  53. Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,