Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη
  2. Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη
  3. Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
  4. Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε
  5. Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε
  6. Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
  7. Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
  8. Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
  9. καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
  10. αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
  11. πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
  12. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
  13. αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
  14. πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
  15. τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
  16. υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·