Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,
  2. Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην
  3. Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
  4. Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην
  5. Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε
  6. Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
  7. Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον