Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
  2. σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
  3. ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
  4. τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
  5. ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
  6. εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
  7. φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ
  8. ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς
  9. Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
  10. σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
  11. δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι
  12. θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
  13. ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
  14. οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
  15. δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  16. ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,