Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
  2. Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
  3. τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
  4. γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.
  5. ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,
  6. κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·
  7. ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
  8. Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
  9. γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
  10. πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
  11. τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
  12. Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,
  13. Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην
  14. Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
  15. Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην
  16. Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε
  17. Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
  18. Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον
  19. Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
  20. Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
  21. τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
  22. ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
  23. καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
  24. Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε
  25. Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς
  26. Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε
  27. Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε
  28. Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη
  29. Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη
  30. Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
  31. Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε
  32. Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε
  33. Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
  34. Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
  35. Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
  36. καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
  37. αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
  38. πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
  39. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
  40. αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
  41. πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
  42. τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
  43. υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
  44. τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,
  45. οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
  46. θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  47. Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  48. ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  49. γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
  50. Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
  51. Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
  52. Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
  53. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
  54. ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
  55. καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
  56. τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
  57. ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.
  58. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
  59. Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·
  60. καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,
  61. τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,
  62. οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
  63. ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
  64. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
  65. ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς