Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
  2. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
  3. Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
  4. τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
  5. γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.
  6. ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,
  7. κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·
  8. ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
  9. Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα