Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
  2. τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
  3. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
  4. Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
  5. τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
  6. γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.