Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  2. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
  3. τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
  4. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
  5. Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
  6. τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
  7. γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.