Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
- ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
- δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
- τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
- ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,
- πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
- δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
- τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
- ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
- Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
- τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
- γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.
- ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,
- κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·
- ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
- Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
- γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
- πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
- τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
- Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,
- Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην
- Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
- Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην
- Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε
- Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
- Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον
- Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
- Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
- τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
- ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
- καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
- Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε
- Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς
- Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε
- Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε
- Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη
- Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη
- Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
- Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε
- Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε
- Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
- Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
- Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
- καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
- αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
- πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
- τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
- αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
- πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
- τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
- υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
- τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,
- οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
- θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
- Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
- ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
- γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
- Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
- Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
- Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
- Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
- ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
- καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
- τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
- ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.
- Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
- Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·
- καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,
- τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,
- οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
- ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
- ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
- ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς
- ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
- εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
- μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον
- ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν
- τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,
- τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
- ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
- σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
- τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
- αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
- παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.