Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
  2. Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
  3. Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
  4. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
  5. δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
  6. τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
  7. ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,
  8. πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  9. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
  10. τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
  11. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
  12. Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
  13. τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
  14. γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.
  15. ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,
  16. κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·
  17. ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
  18. Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
  19. γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
  20. πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
  21. τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
  22. Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,
  23. Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην
  24. Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
  25. Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην
  26. Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε
  27. Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
  28. Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον
  29. Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
  30. Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
  31. τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
  32. ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
  33. καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
  34. Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε
  35. Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς