Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
  2. καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
  3. Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
  4. Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
  5. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
  6. δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
  7. τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
  8. ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,