Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
- θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
- καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
- σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
- ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
- τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
- ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
- εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
- φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ
- ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς
- Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
- σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
- δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι
- θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
- ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
- οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
- δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
- ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,
- ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
- αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων
- ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
- Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
- τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
- Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
- λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
- ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
- νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
- ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
- μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
- ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ