Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
  2. τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·
  3. ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
  4. ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
  5. ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
  6. τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
  7. δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·
  8. ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
  9. Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·
  10. δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν
  11. Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
  12. πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·
  13. τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν
  14. Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
  15. ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
  16. καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
  17. Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
  18. Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
  19. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
  20. δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·