Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
  2. θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,
  3. σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,
  4. ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
  5. ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
  6. αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
  7. ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ