Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
  2. σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
  3. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
  4. θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,
  5. σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,
  6. ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
  7. ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
  8. αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
  9. ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
  10. τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·
  11. ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
  12. ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
  13. ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
  14. τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
  15. δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·