Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη
  2. βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
  3. ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
  4. Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
  5. Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
  6. σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
  7. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
  8. θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,
  9. σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,