Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα
  2. μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
  3. τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη
  4. βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
  5. ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
  6. Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
  7. Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
  8. σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
  9. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
  10. θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,
  11. σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,
  12. ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
  13. ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
  14. αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
  15. ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
  16. τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·
  17. ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
  18. ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
  19. ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
  20. τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
  21. δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·
  22. ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
  23. Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·
  24. δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν
  25. Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
  26. πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·
  27. τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν
  28. Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
  29. ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
  30. καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
  31. Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
  32. Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
  33. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
  34. δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
  35. τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
  36. ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,
  37. πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  38. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
  39. τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
  40. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
  41. Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
  42. τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις