Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,
  2. Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
  3. ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,
  4. αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
  5. ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
  6. τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
  7. ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
  8. τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς
  9. γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
  10. χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,
  11. ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει
  12. βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
  13. Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα
  14. μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
  15. τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη
  16. βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ